Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.67 Joseph. AJ 4.71 (English) >>Joseph. AJ 4.76

4.69

Τῶν μὲν τεσσαράκοντα καὶ ὀκτὼ πόλεων τρισκαίδεκα παραχωρῆσαι τοὺς Λευίτας αὐτοῖς προσέταξε καὶ τῆς δεκάτης, ἧς παρὰ τοῦ λαοῦ κατʼ ἔτος λαμβάνουσι, δεκάτην αὐτοῖς ἀπομερίζειν. 4.70ἔτι δὲ ἀπαρχὰς τὸν λαὸν δίκαιον τῷ θεῷ πάντων τῶν ἐκ τῆς γῆς φυομένων καρπῶν ἐπιφέρειν, καὶ τῶν τετραπόδων δὲ τῶν εἰς τὰς θυσίας νενομισμένων τὸ γεννηθὲν πρῶτον, ἂν ἄρσεν , καταθῦσαι παρασχεῖν τοῖς ἱερεῦσιν, ὥστε αὐτοὺς πανοικὶ σιτεῖσθαι ἐν τῇ ἱερᾷ πόλει. 4.71τῶν δʼ οὐ νενομισμένων ἐσθίειν παρʼ αὐτοῖς κατὰ τοὺς πατρίους νόμους τοὺς δεσπότας σίκλον καὶ ἥμισυ αὐτοῖς ἀναφέρειν, ἀνθρώπου δὲ πρωτοτόκου πέντε σίκλους, εἶναι δὲ ἀπαρχὰς αὐτοῖς καὶ τῆς τῶν προβάτων κουρᾶς, τούς τε πέττοντας τὸν σῖτον καὶ ἀρτοποιουμένους τῶν πεμμάτων αὐτοῖς τινα χορηγεῖν. 4.72ὅσοι δʼ ἂν αὑτοὺς καθιερῶσιν εὐχὴν πεποιημένοι, ναζιραῖοι δὲ οὗτοι καλοῦνται, κομῶντες καὶ οἶνον οὐ προσφερόμενοι, τούτους δὲ ὅταν τὰς τρίχας ἀφιερῶσιν ἐπὶ θυσίᾳ τε δρῶσι τὰς κουρὰς νέμεσθαι πρὸς τοὺς ἱερέας. 4.73καὶ οἱ κορβᾶν αὑτοὺς ὀνομάσαντες τῷ θεῷ, δῶρον δὲ τοῦτο σημαίνει κατὰ Ἑλλήνων γλῶτταν, βουλομένους ἀφίεσθαι τῆς λειτουργίας τοῖς ἱερεῦσι καταβάλλειν ἀργύριον, γυναῖκα μὲν τριάκοντα σίκλους ἄνδρα δὲ πεντήκοντα. ὅσοι δὲ ἂν ἐνδεέστερα τῶν ὡρισμένων ἔχωσι χρήματα τοῖς ἱερεῦσιν ἐξεῖναι περὶ τούτων ὡς βούλονται δοκιμάσαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.67 Joseph. AJ 4.71 (English) >>Joseph. AJ 4.76

Powered by PhiloLogic